7.237 οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι , τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι , ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ , οὐδ’ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο , εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι · σπάνιοι δὲ εἰσὶ οἱ τοιοῦτοι · ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντι ἐστὶ εὐμενέστατον πάντων , συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα . οὕτω ὦν κακολογίης τῆς ἐς Δημάρητον , ἐόντος ἐμοὶ ξείνου πέρι , ἔχεσθαι τινὰ τοῦ λοιποῦ κελεύω . ʹ
7.238 ταῦτα εἴπας Ξέρξης διεξήιε διὰ τῶν νεκρῶν , καὶ Λεωνίδεω , ἀκηκοὼς ὅτι βασιλεύς τε ἦν καὶ στρατηγὸς Λακεδαιμονίων , ἐκέλευσε ἀποταμόντας τὴν κεφαλὴν ἀνασταυρῶσαι . δῆλά μοι πολλοῖσι μὲν καὶ ἄλλοισι τεκμηρίοισι , ἐν δὲ καὶ τῷδε οὐκ ἥκιστα γέγονε , ὅτι βασιλεὺς Ξέρξης πάντων δὴ μάλιστα ἀνδρῶν ἐθυμώθη ζῶντι Λεωνίδῃ · οὐ γὰρ ἄν κοτε ἐς τὸν νεκρὸν ταῦτα παρενόμησε , ἐπεὶ τιμᾶν μάλιστα νομίζουσι τῶν ἐγὼ οἶδα ἀνθρώπων Πέρσαι ἄνδρας ἀγαθοὺς τὰ πολέμια . οἳ μὲν δὴ ταῦτα ἐποίευν , τοῖσι ἐπετέτακτο ποιέειν .
7.239 ἄνειμι δὲ ἐκεῖσε τοῦ λόγου τῇ μοι τὸ πρότερον ἐξέλιπε . ἐπύθοντο Λακεδαιμόνιοι ὅτι βασιλεὺς στέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι , καὶ οὕτω δὴ ἐς τὸ χρηστήριον τὸ ἐς Δελφοὺς ἀπέπεμψαν , ἔνθα δή σφι ἐχρήσθη τὰ ὀλίγῳ πρότερον εἶπον · ἐπύθοντο δὲ τρόπῳ θωμασίῳ .