7.233 ὥστε ταῦτα λέγοντες περιεγίνοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας · οὐ μέντοι τά γε πάντα εὐτύχησαν · ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας , τοὺς μὲν τινὰς καὶ ἀπέκτειναν προσιόντας , τοὺς δὲ πλεῦνας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιζον στίγματα βασιλήια , ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω · τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων .
7.234 οἱ μὲν δὴ περὶ Θερμοπύλας Ἕλληνες οὕτω ἠγωνίσαντο , Ξέρξης δὲ καλέσας Δημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε . ʹ Δημάρητε , ἀνὴρ εἶς ἀγαθός . τεκμαίρομαι δὲ τῇ ἀληθείῃ · ὅσα γὰρ εἶπας , ἅπαντα ἀπέβη οὕτω . νῦν δέ μοι εἰπέ , κόσοι τινὲς εἰσὶ οἱ λοιποὶ Λακεδαιμόνιοι , καὶ τούτων ὁκόσοι τοιοῦτοι τὰ πολέμια εἴτε καὶ ἅπαντες . ʹ δ’ εἶπε ʹ βασιλεῦ , πλῆθος μὲν πολλὸν πάντων τῶν Λακεδαιμονίων καὶ πόλιες πολλαί · τὸ δὲ θέλεις ἐκμαθεῖν , εἰδήσεις . ἔστι ἐν τῇ Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα , καὶ οὗτοι πάντες εἰσὶ ὅμοιοι τοῖσι ἐνθάδε μαχεσαμένοισι · οἵ γε μὲν ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν οὐκ ὅμοιοι , ἀγαθοὶ δέ . ʹ εἶπε πρὸς ταῦτα Ξέρξης ʹ Δημάρητε , τέῳ τρόπῳ ἀπονητότατα τῶν ἀνδρῶν τούτων ἐπικρατήσομεν ; ἴθι ἐξηγέο · σὺ γὰρ ἔχεις αὐτῶν τὰς διεξόδους τῶν βουλευμάτων οἷα βασιλεὺς γενόμενος . ʹ