7.230 οἳ μέν νυν οὕτω σωθῆναι λέγουσι Ἀριστόδημον ἐς Σπάρτην καὶ διὰ πρόφασιν τοιήνδε , οἳ δὲ ἄγγελον πεμφθέντα ἐκ τοῦ στρατοπέδου , ἐξεὸν αὐτῷ καταλαβεῖν τὴν μάχην γινομένην οὐκ ἐθελῆσαι , ἀλλ’ ὑπομείναντα ἐν τῇ ὁδῷ περιγενέσθαι , τὸν δὲ συνάγγελον αὐτοῦ ἀπικόμενον ἐς τὴν μάχην ἀποθανεῖν .
7.231 ἀπονοστήσας δὲ ἐς Λακεδαίμονα Ἀριστόδημος εἶχε ὄνειδός τε καὶ ἀτιμίην · πάσχων δὲ τοιάδε ἠτίμωτο · οὔτε οἱ πῦρ οὐδεὶς ἔναυε Σπαρτιητέων οὔτε διελέγετο . ὄνειδος δὲ εἶχε τρέσας Ἀριστόδημος καλεόμενος . ἀλλ’ μὲν ἐν τῇ ἐν Πλαταιῇσι μάχῃ ἀνέλαβε πᾶσαν τὴν ἐπενειχθεῖσαν αἰτίην ·
7.232 λέγεται δὲ καὶ ἄλλον ἀποπεμφθέντα ἄγγελον ἐς Θεσσαλίην τῶν τριηκοσίων τούτων περιγενέσθαι , τῷ οὔνομα εἶναι Παντίτην · νοστήσαντα δὲ τοῦτον ἐς Σπάρτην , ὡς ἠτίμωτο , ἀπάγξασθαι .
7.233 οἱ δὲ Θηβαῖοι , τῶν Λεοντιάδης ἐστρατήγεε , τέως μὲν μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ’ ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν · ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων γινόμενα τὰ πρήγματα , οὕτω δή , τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν , ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων , λέγοντες τὸν ἀληθέστατον τῶν λόγων , ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλέι , ὑπὸ δὲ ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέι .