7.235 δ’ ἀμείβετο ʹ βασιλεῦ , εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως , δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον · εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην . ἔστι δὲ ἐπ’ αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομα ἐστὶ Κύθηρα , τὴν Χίλων ἀνὴρ παρ’ ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἂν ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ὑπερέχειν , αἰεί τι προσδοκῶν ἀπ’ αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι , οὔτι τὸν σὸν στόλον προειδώς , ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον . ἐκ ταύτης τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους . παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου , οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ . καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται . ἢν δὲ ταῦτα μὴ ποιέῃς , τάδε τοι προσδόκα ἔσεσθαι . ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός · ἐν τούτῳ τῷ χώρῳ πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοὶ μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομενέων προσδέκεο ἔσεσθαί τοι . ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι . ʹ ;