7.228 ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι , ἔξω τὸ τοῦ μάντιος ἐπίγραμμα , Ἀμφικτύονες εἰσὶ σφέας οἱ ἐπικοσμήσαντες · τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης Λεωπρέπεος ἐστὶ κατὰ ξεινίην ἐπιγράψας .
7.229 δύο δὲ τούτων τῶν τριηκοσίων λέγεται Εὔρυτόν τε καὶ Ἀριστόδημον , παρεὸν αὐτοῖσι ἀμφοτέροισι κοινῷ λόγῳ χρησαμένοισι ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην , ὡς μεμετιμένοι γε ἦσαν ἐκ τοῦ στρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν Ἀλπηνοῖσι ὀφθαλμιῶντες ἐς τὸ ἔσχατον , εἴ γε μὴ ἐβούλοντο νοστῆσαι , ἀποθανεῖν ἅμα τοῖσι ἄλλοισι , παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν οὐκ ἐθελῆσαι ὁμοφρονέειν , ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μέν , πυθόμενον τῶν Περσέων τὴν περίοδον , αἰτήσαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν ἑωυτὸν κελεῦσαι τὸν εἵλωτα ἐς τοὺς μαχομένους , ὅκως δὲ αὐτὸν ἤγαγε , τὸν μὲν ἀγαγόντα οἴχεσθαι φεύγοντα , τὸν δὲ ἐσπεσόντα ἐς τὸν ὅμιλον διαφθαρῆναι , Ἀριστόδημον δὲ λιποψυχέοντα λειφθῆναι . εἰ μέν νυν μοῦνον Ἀριστόδημον ἀλγήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι , δοκέειν ἐμοί , οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι · νυνὶ δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου , τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος οὐκ ἐθελήσαντος δὲ ἀποθνήσκειν , ἀναγκαίως σφι ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ .