7.226 Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων ὅμως λέγεται ἀνὴρ ἄριστος γενέσθαι Σπαρτιήτης Διηνέκης · τὸν τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν συμμῖξαι σφέας τοῖσι Μήδοισι , πυθόμενον πρός τευ τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ βάρβαροι ἀπίωσι τὰ τοξεύματα , τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀιστῶν ἀποκρύπτουσι · τοσοῦτο πλῆθος αὐτῶν εἶναι . τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν ἐν ἀλογίῃ ποιεύμενον τὸ Μήδων πλῆθος , ὡς πάντα σφι ἀγαθὰ Τρηχίνιος ξεῖνος ἀγγέλλοι , εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ ἔσοιτο πρὸς αὐτοὺς μάχη καὶ οὐκ ἐν ἡλίῳ .
7.227 ταῦτα μὲν καὶ ἄλλα τοιουτότροπα ἔπεα φασὶ Διηνέκεα τὸν Λακεδαιμόνιον λιπέσθαι μνημόσυνα · μετὰ δὲ τοῦτον ἀριστεῦσαι λέγονται Λακεδαιμόνιοι δύο ἀδελφεοί , Ἀλφεός τε καὶ Μάρων Ὀρσιφάντου παῖδες . Θεσπιέων δὲ εὐδοκίμεε μάλιστα τῷ οὔνομα ἦν Διθύραμβος Ἁρματίδεω .
7.228 θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον , καὶ τοῖσι πρότερον τελευτήσασι ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι , ἐπιγέγραπται γράμματα λέγοντα τάδε . ʹ μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο | ἐκ Πελοποννάσου χιλιάδες τέτορες . ʹ ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται , τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ . ʹ ξεῖν’ , ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε | κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι . ʹ Λακεδαιμονίοισι μὲν δὴ τοῦτο , τῷ δὲ μάντι τόδε . ʹ μνῆμα τόδε κλεινοῖο Μεγιστία , ὅν ποτε Μῆδοι | Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι , | μάντιος , ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς | οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν . ʹ