7.224 καὶ δὴ Περσέων πίπτουσι ἐνθαῦτα ἄλλοι τε πολλοὶ καὶ ὀνομαστοί , ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδες Ἀβροκόμης τε καὶ Ὑπεράνθης , ἐκ τῆς Ἀρτάνεω θυγατρὸς Φραταγούνης γεγονότες Δαρείῳ . δὲ Ἀρτάνης Δαρείου μὲν τοῦ βασιλέος ἦν ἀδελφεός , Ὑστάσπεος δὲ τοῦ Ἀρσάμεος παῖς · ὃς καὶ ἐκδιδοὺς τὴν θυγατέρα Δαρείῳ τὸν οἶκον πάντα τὸν ἑωυτοῦ ἐπέδωκε , ὡς μούνης οἱ ἐούσης ταύτης τέκνου .
7.225 Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι , καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο πολλός , ἐς τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις . τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο . ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες , ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκος · ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω , καὶ παραμειψάμενοι τὸ τεῖχος ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων . δὲ κολωνὸς ἐστὶ ἐν τῇ ἐσόδῳ , ὅκου νῦν λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ . ἐν τούτῳ σφέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι , τοῖσι αὐτῶν ἐτύγχανον ἔτι περιεοῦσαι , καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι βάλλοντες , οἳ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες , οἳ δὲ περιελθόντες πάντοθεν περισταδόν .