7.223 Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο , ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο · καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω · ἀπὸ γὰρ τοῦ ὄρεος κατάβασις συντομωτέρη τε ἐστὶ καὶ βραχύτερος χῶρος πολλὸν περ περίοδός τε καὶ ἀνάβασις . οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν , καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες , ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι , ἤδη πολλῶ μᾶλλον κατ’ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος . τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο , οἳ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο . τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων · ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα , αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες . πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο , πολλῷ δ’ ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπ’ ἀλλήλων · ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου . ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος , ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους , παραχρεώμενοί τε καὶ ἀτέοντες .
7.224 δόρατα μέν νυν τοῖσι πλέοσι αὐτῶν τηνικαῦτα ἤδη ἐτύγχανε κατεηγότα , οἳ δὲ τοῖσι ξίφεσι διεργάζοντο τοὺς Πέρσας . καὶ Λεωνίδης τε ἐν τούτῳ τῷ πόνῳ πίπτει ἀνὴρ γενόμενος ἄριστος καὶ ἕτεροι μετ’ αὐτοῦ ὀνομαστοὶ Σπαρτιητέων , τῶν ἐγὼ ὡς ἀνδρῶν ἀξίων γενομένων ἐπυθόμην τὰ οὐνόματα , ἐπυθόμην δὲ καὶ ἁπάντων τῶν τριηκοσίων .