7.220 ʹ ὑμῖν δ’ , Σπάρτης οἰκήτορες εὐρυχόροιο , | μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσεΐδῃσι | πέρθεται , τὸ μὲν οὐχί , ἀφ’ Ἡρακλέους δὲ γενέθλης | πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος . | οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων | ἀντιβίην · Ζηνὸς γὰρ ἔχει μένος · οὐδέ φημί | σχήσεσθαι , πρὶν τῶνδ’ ἕτερον διὰ πάντα δάσηται . ʹ ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην , καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων , ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους .
7.221 μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον τούτου πέρι γέγονε , ὅτι καὶ τὸν μάντιν ὃς εἵπετο τῇ στρατιῇ ταύτῃ , Μεγιστίην τὸν Ἀκαρνῆνα , λεγόμενον εἶναι τὰ ἀνέκαθεν ἀπὸ Μελάμποδος , τοῦτον εἴπαντα ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν , φανερός ἐστι Λεωνίδης ἀποπέμπων , ἵνα μὴ συναπόληταί σφι . δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε , τὸν δὲ παῖδα συστρατευόμενον , ἐόντα οἱ μουνογενέα , ἀπέπεμψε .
7.222 οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ , Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι . τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι · κατεῖχε γὰρ σφέας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος · Θεσπιέες δὲ ἑκόντες μάλιστα , οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετ’ αὐτοῦ ἀπαλλάξεσθαι , ἀλλὰ καταμείναντες συναπέθανον . ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω .