7.219 ἐνθαῦτα ἐβουλεύοντο οἱ Ἕλληνες , καί σφεων ἐσχίζοντο αἱ γνῶμαι · οἳ μὲν γὰρ οὐκ ἔων τὴν τάξιν ἐκλιπεῖν , οἳ δὲ ἀντέτεινον . μετὰ δὲ τοῦτο διακριθέντες οἳ μὲν ἀπαλλάσσοντο καὶ διασκεδασθέντες κατὰ πόλις ἕκαστοι ἐτράποντο , οἳ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν αὐτοῦ παρεσκευάδατο .
7.220 λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης , μὴ ἀπόλωνται κηδόμενος · αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν . ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστος εἰμί , Λεωνίδην , ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν , κελεῦσαι σφέας ἀπαλλάσσεσθαι , αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν · μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο , καὶ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο . ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατ’ ἀρχὰς ἐγειρομένου , Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων τὴν βασιλέα σφέων ἀπολέσθαι . ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε .