7.218 ἔμαθον δὲ σφέας οἱ Φωκέες ὧδε ἀναβεβηκότας · ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον . ἦν μὲν δὴ νηνεμίη , ψόφου δὲ γινομένου πολλοῦ , ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί , ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα , καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν . ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα , ἐν θώματι ἐγένοντο · ἐλπόμενοι γὰρ οὐδένα σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ . ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι , εἴρετο Ἐπιάλτην ὁποδαπὸς εἴη στρατός , πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην . οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι , οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον , ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν , καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι . οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον , οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο , οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος .
7.219 τοῖσι δὲ ἐν Θερμοπύλῃσι Ἑλλήνων πρῶτον μὲν μάντις Μεγιστίης ἐσιδὼν ἐς τὰ ἱρὰ ἔφρασε τὸν μέλλοντα ἔσεσθαι ἅμα ἠοῖ σφι θάνατον , ἐπὶ δὲ καὶ αὐτόμολοι ἦσαν οἱ ἐξαγγείλαντες τῶν Περσέων τὴν περίοδον . οὗτοι μὲν ἔτι νυκτὸς ἐσήμηναν , τρίτοι δὲ οἱ ἡμεροσκόποι καταδραμόντες ἀπὸ τῶν ἄκρων ἤδη διαφαινούσης ἡμέρης .