7.215 Ξέρξης δέ , ἐπεὶ ἤρεσε τὰ ὑπέσχετο Ἐπιάλτης κατεργάσασθαι , αὐτίκα περιχαρὴς γενόμενος ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐστρατήγεε Ὑδάρνης · ὁρμέατο δὲ περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου . τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες , ἐξευρόντες δὲ Θεσσαλοῖσι κατηγήσαντο ἐπὶ Φωκέας , τότε ὅτε οἱ Φωκέες φράξαντες τείχεϊ τὴν ἐσβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου · ἔκ τε τόσου δὴ κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι .
7.216 ἔχει δὲ ὧδε ἀτραπὸς αὕτη · ἄρχεται μὲν ἀπὸ τοῦ Ἀσωποῦ ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος , οὔνομα δὲ τῷ ὄρεϊ τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται , Ἀνόπαια · τείνει δὲ Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεος , λήγει δὲ κατά τε Ἀλπηνὸν πόλιν , πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς τῶν Μηλιέων , καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ κατὰ Κερκώπων ἕδρας , τῇ καὶ τὸ στεινότατον ἐστί .
7.217 κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι , τὸν Ἀσωπὸν διαβάντες , ἐπορεύοντο πᾶσαν τὴν νύκτα , ἐν δεξιῇ μὲν ἔχοντες ὄρεα τὰ Οἰταίων , ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων . ἠώς τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπ’ ἀκρωτηρίῳ τοῦ ὄρεος . κατὰ δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον , ὡς καὶ πρότερόν μοι εἴρηται , Φωκέων χίλιοι ὁπλῖται , ῥυόμενοί τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν . μὲν γὰρ κάτω ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται · τὴν δὲ διὰ τοῦ ὄρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον .