7.213 ἀπορέοντος δὲ βασιλέος τι χρήσηται τῷ παρεόντι πρήγματι , Ἐπιάλτης Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους · ὃς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας , καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων . ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην , καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων ἀργύριον ἐπεκηρύχθη . χρόνῳ δὲ ὕστερον , κατῆλθε γὰρ ἐς Ἀντικύρην , ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου . δὲ Ἀθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτεα δι’ ἄλλην αἰτίην , τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω , ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων οὐδὲν ἧσσον .
7.214 Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε , ἔστι δὲ ἕτερος λεγόμενος λόγος , ὡς Ὀνήτης τε Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεὺς εἰσὶ οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι , οὐδαμῶς ἔμοιγε πιστός . τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι , ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλ’ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ , πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι · τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν . εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης , εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη · ἀλλ’ Ἐπιάλτης γὰρ ἐστὶ περιηγησάμενος τὸ ὄρος κατὰ τὴν ἀτραπόν , τοῦτον αἴτιον γράφω .