7.211 ὡς δὲ καὶ οὗτοι συνέμισγον τοῖσι Ἕλλησι , οὐδὲν πλέον ἐφέροντο τῆς στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ αὐτά , ἅτε ἐν στεινοπόρῳ τε χώρῳ μαχόμενοι καὶ δόρασι βραχυτέροισι χρεώμενοι περ οἱ Ἕλληνες , καὶ οὐκ ἔχοντες πλήθεϊ χρήσασθαι . Λακεδαιμόνιοι δὲ ἐμάχοντο ἀξίως λόγου , ἄλλα τε ἀποδεικνύμενοι ἐν οὐκ ἐπισταμένοισι μάχεσθαι ἐξεπιστάμενοι , καὶ ὅκως ἐντρέψειαν τὰ νῶτα , ἁλέες φεύγεσκον δῆθεν , οἱ δὲ βάρβαροι ὁρῶντες φεύγοντας βοῇ τε καὶ πατάγῳ ἐπήισαν , οἳ δ’ ἂν καταλαμβανόμενοι ὑπέστρεφον ἀντίοι εἶναι τοῖσι βαρβάροισι , μεταστρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτους τῶν Περσέων · ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Σπαρτιητέων ἐνθαῦτα ὀλίγοι . ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρσαι τῆς ἐσόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίως προσβάλλοντες , ἀπήλαυνον ὀπίσω .
7.212 ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ θρόνου δείσαντα περὶ τῇ στρατιῇ . τότε μὲν οὕτω ἠγωνίσαντο , τῇ δ’ ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον . ἅτε γὰρ ὀλίγων ἐόντων , ἐλπίσαντες σφέας κατατετρωματίσθαι τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρασθαι συνέβαλλον . οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν , καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο , πλὴν Φωκέων · οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν . ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι τῇ προτεραίῃ ἐνώρων , ἀπήλαυνον .