7.209 ἐπίστασο δέ , εἰ τούτους γε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι , ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σὲ βασιλεῦ ὑπομενέει χεῖρας ἀνταειρόμενον · νῦν γὰρ πρὸς βασιληίην τε καὶ καλλίστην πόλιν τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους . ʹ κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα εἶναι , καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται . δὲ εἶπε ʹ βασιλεῦ , ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ , ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω . ʹ
7.210 ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην τέσσερας μὲν δὴ παρεξῆκε ἡμέρας , ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι · πέμπτῃ δέ , ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν , πέμπει ἐπ’ αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς , ἐντειλάμενος σφέας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ . ὡς δ’ ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι , ἔπιπτον πολλοί , ἄλλοι δ’ ἐπεσήισαν , καὶ οὐκ ἀπηλαύνοντο , καίπερ μεγάλως προσπταίοντες . δῆλον δ’ ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέι , ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν , ὀλίγοι δὲ ἄνδρες . ἐγίνετο δὲ συμβολὴ δι’ ἡμέρης .
7.211 ἐπείτε δὲ οἱ Μῆδοι τρηχέως περιείποντο , ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν , οἱ δὲ Πέρσαι ἐκδεξάμενοι ἐπήισαν , τοὺς ἀθανάτους ἐκάλεε βασιλεύς , τῶν ἦρχε Ὑδάρνης , ὡς δὴ οὗτοί γε εὐπετέως κατεργασόμενοι .