7.208 ὡς δὲ προσήλασε ἱππεὺς πρὸς τὸ στρατόπεδον , ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὒ τὸ στρατόπεδον · τοὺς γὰρ ἔσω τεταγμένους τοῦ τείχεος , τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ , οὐκ οἷά τε ἦν κατιδέσθαι · δὲ τοὺς ἔξω ἐμάνθανε , τοῖσι πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο · ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι . τοὺς μὲν δὴ ὥρα γυμναζομένους τῶν ἀνδρῶν , τοὺς δὲ τὰς κόμας κτενιζομένους . ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε . μαθὼν δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατ’ ἡσυχίην · οὔτε γάρ τις ἐδίωκε ἀλογίης τε ἐνεκύρησε πολλῆς · ἀπελθών τε ἔλεγε πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα .
7.209 ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν , ὅτι παρασκευάζοιντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν · ἀλλ’ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν , μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος ἐόντα ἐν τῷ στρατοπέδῳ · ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων , ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων . δὲ εἶπε ʹ Ἤκουσας μὲν καὶ πρότερόν μευ , εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα , περὶ τῶν ἀνδρῶν τούτων , ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα · ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ βασιλεῦ ἀγὼν μέγιστος ἐστί . ἄκουσον δὲ καὶ νῦν · οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου , καὶ ταῦτα παρασκευάζονται . νόμος γάρ σφι ἔχων οὕτω ἐστί · ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ , τότε τὰς κεφαλὰς κοσμέονται .