7.195 ἐν τουτέων μιῇ Ἀρίδωλις πλέων ἥλω , τύραννος Ἀλαβάνδων τῶν ἐν Καρίῃ , ἐν ἑτέρῃ δὲ Πάφιος στρατηγὸς Πενθύλος Δημονόου , ὃς ἦγε μὲν δυώδεκα νέας ἐκ Πάφου , ἀποβαλὼν δὲ σφέων τὰς ἕνδεκα τῷ χειμῶνι τῷ γενομένῳ κατὰ Σηπιάδα , μιῇ τῇ περιγενομένῃ καταπλέων ἐπ’ Ἀρτεμίσιον ἥλω . τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες τὰ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξεω στρατιῆς , ἀποπέμπουσι δεδεμένους ἐς τὸν Κορινθίων ἰσθμόν .
7.196 μὲν δὴ ναυτικὸς τῶν βαρβάρων στρατός , πάρεξ τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν , ἀπίκοντο ἐς Ἀφέτας . Ξέρξης δὲ καὶ πεζὸς πορευθεὶς διὰ Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς Μηλιέας , ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων τῶν τε ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλίης ἵππου , πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι · ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι ἐλείποντο πολλόν . τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος · τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν ἐστι Ἠπιδανός , οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως .
7.197 ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ οἱ κατηγεμόνες τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ ἐπιχώριον λόγον , τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός , ὡς Ἀθάμας Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ βουλεύσας , μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ προτιθεῖσι τοῖσι ἐκείνου ἀπογόνοισι ἀέθλους τοιούσδε ·