7.197 ὃς ἂν τοῦ γένεος τούτου πρεσβύτατος , τούτῳ ἐπιτάξαντες ἔργεσθαι τοῦ ληίτου αὐτοὶ φυλακὰς ἔχουσι . λήιτον δὲ καλέουσι τὸ πρυτανήιον οἱ Ἀχαιοί . ἢν δὲ ἐσέλθῃ , οὐκ ἔστι ὅκως ἔξεισι πρὶν θύσεσθαι μέλλῃ · ὥς τ’ ἔτι πρὸς τούτοισι πολλοὶ ἤδη τούτων τῶν μελλόντων θύσεσθαι δείσαντες οἴχοντο ἀποδράντες ἐς ἄλλην χώρην , χρόνου δὲ προϊόντος ὀπίσω κατελθόντες ἢν ἁλίσκωνται ἐστέλλοντο ἐς τὸ πρυτανήιον · ὡς θύεταί τε ἐξηγέοντο στέμμασι πᾶς πυκασθεὶς καὶ ὡς σὺν πομπῇ ἐξαχθείς . ταῦτα δὲ πάσχουσι οἱ Κυτισσώρου τοῦ Φρίξου παιδὸς ἀπόγονοι , διότι καθαρμὸν τῆς χώρης ποιευμένων Ἀχαιῶν ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενος οὗτος Κυτίσσωρος ἐξ Αἴης τῆς Κολχίδος ἐρρύσατο , ποιήσας δὲ τοῦτο τοῖσι ἐπιγενομένοισι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε . Ξέρξης δὲ ταῦτα ἀκούσας ὡς κατὰ τὸ ἄλσος ἐγίνετο , αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε , τῶν τε Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος ἐσέβετο .
7.198 ταῦτα μὲν τὰ ἐν Θεσσαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ · ἀπὸ δὲ τούτων τῶν χώρων ἤιε ἐς τὴν Μηλίδα παρὰ κόλπον θαλάσσης , ἐν τῷ ἄμπωτίς τε καὶ ῥηχίη ἀνὰ πᾶσαν ἡμέρην γίνεται . περὶ δὲ τὸν κόλπον τοῦτον ἐστὶ χῶρος πεδινός , τῇ μὲν εὐρὺς τῇ δὲ καὶ κάρτα στεινός · περὶ δὲ τὸν χῶρον ὄρεα ὑψηλὰ καὶ ἄβατα περικληίει πᾶσαν τὴν Μηλίδα γῆν , Τρηχίνιαι πέτραι καλεόμεναι .