7.193 ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ τούτῳ τῆς Μαγνησίης , ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήσονος τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς ἐπ’ ὕδωρ πεμφθέντα , εὖτ’ ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν τὴν Κολχίδα · ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος ἀφήσειν . ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται . ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο .
7.194 πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπ’ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας . ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους · τῶν ἐστρατήγεε ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης Θαμασίου τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπ’ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε ἐόντα τῶν βασιληίων δικαστέων . Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε . ἀνακρεμασθέντος ὦν αὐτοῦ , λογιζόμενος Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον · εὑρὼν δὲ τοῦτο Δαρεῖος , καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς σοφώτερα ἐργασμένος εἴη , ἔλυσε . βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν , τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι · ὡς γὰρ σφέας εἶδον προσπλέοντας οἱ Ἕλληνες , μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα , ἐπαναχθέντες εὐπετέως σφέας εἷλον .