7.191 ἡμέρας γὰρ δὴ ἐχείμαζε τρεῖς . τέλος δὲ ἔντομά τε ποιεῦντες καὶ καταείδοντες γόησι οἱ Μάγοι τῷ ἀνέμῳ , πρός τε τούτοισι καὶ τῇ Θέτι καὶ τῇσι Νηρηίσι θύοντες , ἔπαυσαν τετάρτῃ ἡμέρῃ , ἄλλως κως αὐτὸς ἐθέλων ἐκόπασε . τῇ δὲ Θέτι ἔθυον πυθόμενοι παρὰ τῶν Ἰώνων τὸν λόγον . ὡς ἐκ τοῦ χώρου τούτου ἁρπασθείη ὑπὸ Πηλέος , εἴη τε ἅπασα ἀκτὴ Σηπιὰς ἐκείνης τε καὶ τῶν ἀλλέων Νηρηίδων .
7.192 μὲν δὴ τετάρτῃ ἡμέρῃ ἐπέπαυτο · τοῖσι δὲ Ἕλλησι οἱ ἡμεροσκόποι ἀπὸ τῶν ἄκρων τῶν Εὐβοϊκῶν καταδραμόντες δευτέρῃ ἡμέρῃ ἀπ’ ἧς χειμὼν πρῶτος ἐγένετο , ἐσήμαινον πάντα τὰ γενόμενα περὶ τὴν ναυηγίην . οἳ δὲ ὡς ἐπύθοντο , Ποσειδέωνι σωτῆρι εὐξάμενοι καὶ σπονδὰς προχέαντες τὴν ταχίστην ὀπίσω ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίσιον , ἐλπίσαντες ὀλίγας τινάς σφι ἀντιξόους ἔσεσθαι νέας .
7.193 οἳ μὲν δὴ τὸ δεύτερον ἐλθόντες περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον , Ποσειδέωνος σωτῆρος ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες . οἱ δὲ βάρβαροι , ὡς ἐπαύσατό τε ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο , κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον , κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα .