7.181 ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλ’ ἦν ἔμπνοος , οἱ Πέρσαι , οἵ περ ἐπεβάτευον ἐπὶ τῶν νεῶν , δι’ ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο , σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες · καί μιν , ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον , ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ περιέποντες εὖ . τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡς ἀνδράποδα .
7.182 αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθησαν · δὲ τρίτη , τῆς ἐτριηράρχεε Φόρμος ἀνὴρ Ἀθηναῖοις , φεύγουσα ἐξοκέλλει ἐς τὰς ἐκβολὰς τοῦ Πηνειοῦ , καὶ τοῦ μὲν σκάφεος ἐκράτησαν οἱ βάρβαροι , τῶν δὲ ἀνδρῶν οὔ · ὡς γὰρ δὴ τάχιστα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι , ἀποθορόντες κατὰ Θεσσαλίην πορευόμενοι ἐκομίσθησαν ἐς Ἀθήνας .
7.183 ταῦτα οἱ Ἕλληνες οἱ ἐπ’ Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται παρὰ πυρσῶν ἐκ Σκιάθου · πυθόμενοι δὲ καὶ καταρρωδήσαντες ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα , φυλάξοντες μὲν τὸν Εὔριπον , λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ τῆς Εὐβοίης . τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης , καλεόμενον δὲ Μύρμηκα . ἐνθαῦτα οἱ βάρβαροι ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα , ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης , ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν , ἐπέπλεον πάσῃσι τῇσι νηυσί , ἕνδεκα ἡμέρας παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης .