7.183 τὸ δὲ ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύριος . πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς .
7.184 μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν στρατός , καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι , ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω , τῶν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης , ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων , τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους , ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν ἑκάστῃ νηί . ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν , χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων , Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες . οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα . προσθήσω δ’ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων , ποιήσας , τι πλέον ἦν αὐτῶν ἔλασσον , ἀν’ ὀγδώκοντα ἄνδρας ἐνεῖναι . συνελέχθη δὲ ταῦτα τὰ πλοῖα , ὡς καὶ πρότερον εἰρέθη , τρισχίλια . ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι .