7.178 Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι , καί σφι δεινῶς καταρρωδέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέθεντο . μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε ἀπέδεξαν ἐν Θυίῃ , τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ τέμενος ἐστί , ἐπ’ ἧς καὶ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει , καὶ θυσίῃσι σφέας μετήισαν .
7.179 Δελφοὶ μὲν δὴ κατὰ τὸ χρηστήριον ἔτι καὶ νῦν τοὺς ἀνέμους ἱλάσκονται . δὲ ναυτικὸς Ξέρξεω στρατὸς ὁρμώμενος ἐκ Θέρμης πόλιος παρέβαλε νηυσὶ τῇσι ἄριστα πλεούσῃσι δέκα ἰθὺ Σκιάθου , ἔνθα ἦσαν προφυλάσσουσαι νέες τρεῖς Ἑλληνίδες , Τροιζηνίη τε καὶ Αἰγιναίη καὶ Ἀττική . προϊδόντες δὲ οὗτοι τὰς νέας τῶν βαρβάρων ἐς φυγὴν ὅρμησαν .
7.180 τὴν μὲν δὴ Τροιζηνίην , τῆς ἦρχε Πρηξῖνος , αὐτίκα αἱρέουσι ἐπισπόμενοι οἱ βάρβαροι , καὶ ἔπειτα τῶν ἐπιβατέων αὐτῆς τὸν καλλιστεύοντα ἀγαγόντες ἐπὶ τῆς πρῴρης τῆς νεὸς ἔσφαξαν , διαδέξιον ποιεύμενοι τὸν εἷλον τῶν Ἑλλήνων πρῶτον καὶ κάλλιστον . τῷ δὲ σφαγιασθέντι τούτῳ οὔνομα ἦν Λέων · τάχα δ’ ἄν τι καὶ τοῦ οὐνόματος ἐπαύροιτο .
7.181 δὲ Αἰγιναίη , τῆς ἐτριηράρχεε Ἀσωνίδης , καὶ τινά σφι θόρυβον παρέσχε , Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος , ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην · ὃς ἐπειδὴ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς κατεκρεουργήθη ἅπας .