7.176 ἔδειμαν δὲ Φωκέες τὸ τεῖχος δείσαντες , ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα τήν νῦν ἐκτέαται . ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέφεσθαι σφέας , τοῦτο προεφυλάξαντο οἱ Φωκέες , καὶ τὸ ὕδωρ τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον , ὡς ἂν χαραδρωθείη χῶρος , πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ Θεσσαλοὶ ἐπὶ τὴν χώρην . τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο · τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον . κώμη δὲ ἐστὶ ἀγχοτάτω τῆς ὁδοῦ Ἀλπηνοὶ οὔνομα · ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες .
7.177 οἱ μέν νυν χῶροι οὗτοι τοῖσι Ἕλλησι εἶναι ἐφαίνοντο ἐπιτήδεοι · πάντα γὰρ προσκεψάμενοι καὶ ἐπιλογισθέντες ὅτι οὔτε πλήθεϊ ἕξουσι χρᾶσθαι οἱ βάρβαροι οὔτε ἵππῳ , ταύτῃ σφι ἔδοξε δέκεσθαι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα . ὡς δὲ ἐπύθοντο τὸν Πέρσην ἐόντα ἐν Πιερίῃ , διαλυθέντες ἐκ τοῦ Ἰσθμοῦ ἐστρατεύοντο αὐτῶν οἳ μὲν ἐς Θερμοπύλας πεζῇ , ἄλλοι δὲ κατὰ θάλασσαν ἐπ’ Ἀρτεμίσιον .
7.178 οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες , Δελφοὶ δ’ ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες , καί σφι ἐχρήσθη ἀνέμοισι εὔχεσθαι · μεγάλους γὰρ τούτους ἔσεσθαι τῇ Ἑλλάδι συμμάχους .