7.175 τὴν δὲ ἀτραπόν , δι’ ἣλωσαν οἱ ἁλόντες Ἑλλήνων ἐν Θερμοπύλῃσι , οὐδὲ ᾔδεσαν ἐοῦσαν πρότερον περ ἀπικόμενοι ἐς Θερμοπύλας ἐπύθοντο Τρηχινίων . ταύτην ὦν ἐβουλεύσαντο φυλάσσοντες τὴν ἐσβολὴν μὴ παριέναι ἐς τὴν Ἑλλάδα τὸν βάρβαρον , τὸν δὲ ναυτικὸν στρατὸν πλέειν γῆς τῆς Ἱστιαιώτιδος ἐπὶ Ἀρτεμίσιον . ταῦτα γὰρ ἀγχοῦ τε ἀλλήλων ἐστὶ ὥστε πυνθάνεσθαι τὰ κατὰ ἑκατέρους ἐόντα , οἵ τε χῶροι οὕτω ἔχουσι .
7.176 τοῦτο μὲν τὸ Ἀρτεμίσιον · ἐκ τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου Μαγνησίης · ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτεμίσιον δέκεται αἰγιαλός , ἐν δὲ Ἀρτέμιδος ἱρόν . δὲ αὖ διὰ Τρηχῖνος ἔσοδος ἐς τὴν Ἑλλάδα ἐστὶ τῇ στεινοτάτη ἡμίπλεθρον . οὐ μέντοι κατὰ τοῦτό γε ἐστὶ τὸ στεινότατον τῆς χώρης τῆς ἄλλης , ἀλλ’ ἔμπροσθέ τε Θερμοπυλέων καὶ ὄπισθε , κατὰ τε Ἀλπηνοὺς ὄπισθε ἐόντας ἐοῦσα ἁμαξιτὸς μούνη , καὶ ἔμπροσθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήλης πόλιος ἄλλη ἁμαξιτὸς μούνη . τῶν δὲ Θερμοπυλέων τὸ μὲν πρὸς ἑσπέρης ὄρος ἄβατόν τε καὶ ἀπόκρημνον , ὑψηλόν , ἀνατεῖνον ἐς τὴν Οἴτην · τὸ δὲ πρὸς τὴν ἠῶ τῆς ὁδοῦ θάλασσα ὑποδέκεται καὶ τενάγεα . ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ λουτρά , τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι , καὶ βωμὸς ἵδρυται Ἡρακλέος ἐπ’ αὐτοῖσι . ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας τὰς ἐσβολάς , καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν .