7.168 ὑπεκρίναντο μὲν οὕτω εὐπρόσωπα · ἐπεὶ δὲ ἔδει βοηθέειν , ἄλλα νοέοντες ἐπλήρωσαν νέας ἑξήκοντα , μόγις δὲ ἀναχθέντες προσέμιξαν τῇ Πελοποννήσῳ , καὶ περὶ Πύλον καὶ Ταίναρον γῆς τῆς Λακεδαιμονίων ἀνεκώχευον τὰς νέας , καραδοκέοντες καὶ οὗτοι τὸν πόλεμον τῇ πεσέεται , ἀελπτέοντες μὲν τοὺς Ἕλληνας ὑπερβαλέεσθαι , δοκέοντες δὲ τὸν Πέρσην κατακρατήσαντα πολλὸν ἄρξειν πάσης τῆς Ἑλλάδος . ἐποίευν ὦν ἐπίτηδες , ἵνα ἔχωσι πρὸς τὸν Πέρσην λέγειν τοιάδε . ʹ βασιλεῦ , ἡμεῖς , παραλαμβανόντων τῶν Ἑλλήνων ἡμέας ἐς τὸν πόλεμον τοῦτον , ἔχοντες δύναμιν οὐκ ἐλαχίστην οὐδὲ νέας ἐλαχίστας παρασχόντες ἂν ἀλλὰ πλείστας μετά γε Ἀθηναίους , οὐκ ἠθελήσαμέν τοι ἐναντιοῦσθαι οὐδέ τι ἀποθύμιον ποιῆσαι . ʹ τοιαῦτα λέγοντες ἤλπιζον πλέον τι τῶν ἄλλων οἴσεσθαι · τά περ ἂν καὶ ἐγένετο , ὡς ἐμοὶ δοκέει . πρὸς δὲ τοὺς Ἕλληνάς σφι σκῆψις ἐπεποίητο , τῇ περ δὴ καὶ ἐχρήσαντο . αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον , ἔφασαν πληρῶσαι μὲν ἑξήκοντα τριήρεας , ὑπὸ δὲ ἐτησιέων ἀνέμων ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέσθαι · οὕτω οὐκ ἀπικέσθαι ἐς Σαλαμῖνα , καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆς ναυμαχίης .
7.169 οὗτοι μὲν οὕτω διεκρούσαντο τοὺς Ἕλληνας . Κρῆτες δέ , ἐπείτε σφέας παρελάμβανον οἱ ἐπὶ τούτοισι ταχθέντες Ἑλλήνων , ἐποίησαν τοιόνδε · πέμψαντες κοινῇ θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον τιμωρέουσι γίνεται τῇ Ἑλλάδι .