7.169 δὲ Πυθίη ὑπεκρίνατο ʹ νήπιοι , ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα , ὅτι οἳ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον , ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπασθεῖσαν ὑπ’ ἀνδρὸς βαρβάρου γυναῖκα . ʹ ταῦτα οἱ Κρῆτες ὡς ἀπενειχθέντα ἤκουσαν , ἔσχοντο τῆς τιμωρίης .
7.170 λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλευμένην ἀποθανεῖν βιαίῳ θανάτῳ . ἀνὰ δὲ χρόνον Κρῆτας , θεοῦ σφι ἐποτρύναντος , πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπ’ ἔτεα πέντε πόλιν Καμικόν , τὴν κατ’ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο · τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας , ἀπολιπόντας οἴχεσθαι . ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας , ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν · συναραχθέντων δὲ τῶν πλοίων , οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι , ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους , ἀντὶ δὲ εἶναι νησιώτας ἠπειρώτας . ἀπὸ δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι , τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως , ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν , αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων , οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὕτω · αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός .