7.167 ἔστι δὲ ὑπ’ αὐτῶν Καρχηδονίων ὅδε λόγος λεγόμενος , οἰκότι χρεωμένων , ὡς οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι ἐν τῇ Σικελίῃ ἐμάχοντο ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης ʹἐπὶ τοσοῦτο γὰρ λέγεται ἑλκύσαι τὴν σύστασιν̓ , δὲ Ἀμίλκας ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων , ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην , ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι , ὦσε ἑωυτὸν ἐς τὸ πῦρ · οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι . ἀφανισθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡς Φοίνικες λέγουσι , εἴτε ἑτέρῳ ὡς Καρχηδόνιοι καὶ Συρηκόσιοι , τοῦτο μέν οἱ θύουσι , τοῦτο δὲ μνήματα ἐποίησαν ἐν πάσῃσι τῇσι πόλισι τῶν ἀποικίδων , ἐν αὐτῇ τε μέγιστον Καρχηδόνι .
7.168 τὰ μὲν ἀπὸ Σικελίης τοσαῦτα . Κερκυραῖοι δὲ τάδε ὑποκρινάμενοι τοῖσι ἀγγέλοισι τοιάδε ἐποίησαν · καὶ γὰρ τούτους παρελάμβανον οἱ αὐτοὶ οἵ περ ἐς Σικελίην ἀπίκοντο , λέγοντες τοὺς αὐτοὺς λόγους τοὺς καὶ πρὸς Γέλωνα ἔλεγον . οἳ δὲ παραυτίκα μὲν ὑπίσχοντο πέμψειν τε καὶ ἀμυνέειν , φράζοντες ὡς οὔ σφι περιοπτέη ἐστὶ Ἑλλὰς ἀπολλυμένη · ἢν γὰρ σφαλῇ , σφεῖς γε οὐδὲν ἄλλο δουλεύσουσι τῇ πρώτῃ τῶν ἡμερέων · ἀλλὰ τιμωρητέον εἴη ἐς τὸ δυνατώτατον .