7.160 πρὸς ταῦτα Γέλων , ἐπειδὴ ὥρα ἀπεστραμμένους τοὺς λόγους τοῦ Συάγρου , τὸν τελευταῖόν σφι τόνδε ἐξέφαινε λόγον . ʹ ξεῖνε Σπαρτιῆτα , ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει ἐπανάγειν τὸν θυμόν · σὺ μέντοι ἀποδεξάμενος ὑβρίσματα ἐν τῷ λόγῳ οὔ με πείσεις ἀσχήμονα ἐν τῇ ἀμοιβῇ γενέσθαι . ὅκου δὲ ὑμεῖς οὕτω περιέχεσθε τῆς ἡγεμονίης , οἰκὸς καὶ ἐμὲ μᾶλλον ὑμέων περιέχεσθαι , στρατιῆς τε ἐόντα πολλαπλησίης ἡγεμόνα καὶ νεῶν πολλὸν πλεύνων . ἀλλ’ ἐπείτε ὑμῖν λόγος οὕτω προσάντης κατίσταται , ἡμεῖς τι ὑπείξομεν τοῦ ἀρχαίου λόγου · εἰ τοῦ μὲν πεζοῦ ὑμεῖς ἡγέοισθε , τοῦ δὲ ναυτικοῦ ἐγώ . εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλασσαν ἡγεμονεύειν , τοῦ πεζοῦ ἐγὼ θέλω . καὶ τούτοισι ὑμέας χρεόν ἐστι ἀρέσκεσθαι ἀπιέναι συμμάχων τοιῶνδε ἐρήμους . ʹ
7.161 Γέλων μὲν δὴ ταῦτα προετείνετο , φθάσας δὲ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων ἀμείβετό μιν τοῖσιδε . ʹ βασιλεῦ Συρηκοσίων , οὐκ ἡγεμόνος δεομένη Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ , ἀλλὰ στρατιῆς . σὺ δὲ ὅκως μὲν στρατιὴν πέμψεις μὴ ἡγεύμενος τῆς Ἑλλάδος οὐ προφαίνεις , ὡς δὲ στρατηγήσεις αὐτῆς γλίχεαι .