7.158 αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος βαρβαρικοῦ στρατοῦ συνεπάψασθαι , ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος συνῆπτο , ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς Ἐγεσταίων φόνον ἐκπρήξασθαι , ὑποτείνοντός τε τὰ ἐμπόρια συνελευθεροῦν ἀπ’ ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι , οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε τὸν Δωριέος φόνον ἐκπρηξόμενοι , τό τε κατ’ ὑμέας τάδε ἅπαντα ὑπὸ βαρβάροισι νέμεται . ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέστη . νῦν δὲ ἐπειδὴ περιελήλυθε πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας , οὕτω δὴ Γέλωνος μνῆστις γέγονε . ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι ὑμῖν , ἀλλ’ ἕτοιμος εἰμὶ βοηθέειν παρεχόμενος διηκοσίας τε τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ δισχιλίην ἵππον καὶ δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ δισχιλίους ἱπποδρόμους ψιλούς · σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ , ἔστ’ ἂν διαπολεμήσωμεν , ὑποδέκομαι παρέξειν . ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε ὑπίσχομαι , ἐπ’ στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς τὸν βάρβαρον . ἐπ’ ἄλλῳ δὲ λόγῳ οὔτ’ ἂν αὐτὸς ἔλθοιμι οὔτ’ ἂν ἄλλους πέμψαιμι . ʹ
7.159 ταῦτα ἀκούσας οὔτε ἠνέσχετο Σύαγρος εἶπέ τε τάδε . ʹ κε μέγ’ οἰμώξειε Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρτιήτας τὴν ἡγεμονίην ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε καὶ Συρηκοσίων . ἀλλὰ τούτου μὲν τοῦ λόγου μηκέτι μνησθῇς , ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν , ἀλλ’ εἰ μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι , ἴσθι ἀρξόμενος ὑπὸ Λακεδαιμονίων · εἰ δ’ ἄρα μὴ δικαιοῖς ἄρχεσθαι , σὺ δὲ μηδὲ βοήθεε . ʹ