7.161 ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέεο ἡγέεσθαι , ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν , ἐπισταμένοισι ὡς Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος · ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν , οὕτω ἔχει τοι · οὐδ’ ἢν Λάκων ἐπιῇ τοι ἄρχειν αὐτῆς , ἡμεῖς ἐπήσομεν · ἡμετέρη γὰρ ἐστὶ αὕτη γε , μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων . τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν , ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν . μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι , εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης , ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι , μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων · τῶν καὶ Ὅμηρος ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν . οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα . ʹ
7.162 ἀμείβετο Γέλων τοῖσιδε . ʹ ξεῖνε Ἀθηναῖε , ὑμεῖς οἴκατε τοὺς μὲν ἄρχοντας ἔχειν , τοὺς δὲ ἀρξομένους οὐκ ἕξειν . ἐπεὶ τοίνυν οὐδὲν ὑπιέντες ἔχειν τὸ πᾶν ἐθέλετε , οὐκ ἂν φθάνοιτε τὴν ταχίστην ὀπίσω ἀπαλλασσόμενοι καὶ ἀγγέλλοντες τῇ Ἑλλάδι ὅτι ἐκ τοῦ ἐνιαυτοῦ τὸ ἔαρ αὐτῇ ἐξαραίρηται . ʹ οὗτος δὲ νόος τοῦ ῥήματος τὸ ἐθέλει λέγειν · δῆλα γὰρ ὡς ἐν τῷ ἐνιαυτῷ ἐστὶ τὸ ἔαρ δοκιμώτατον , τῆς δὲ τῶν Ἑλλήνων στρατιῆς τὴν ἑωυτοῦ στρατιήν · στερισκομένην ὦν τὴν Ἑλλάδα τῆς ἑωυτοῦ συμμαχίης εἴκαζε ὡς εἰ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξαραιρημένον εἴη .