7.157 τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας Γέλων · τότε δ’ ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς τὰς Συρηκούσας , ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε . ʹ ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον · τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι , ὅτι Πέρσης ἀνὴρ μέλλει , ζεύξας τὸν Ἑλλήσποντον καὶ ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης , στρατηλατήσειν ἐπὶ τὴν Ἑλλάδα , πρόσχημα μὲν ποιεύμενος ὡς ἐπ’ Ἀθήνας ἐλαύνει , ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπ’ ἑωυτῷ ποιήσασθαι . σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης , βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου . ἁλὴς μὲν γὰρ γενομένη πᾶσα Ἑλλὰς χεὶρ μεγάλη συνάγεται , καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι · ἢν δὲ οἳ μὲν ἡμέων καταπροδιδῶσι οἳ δὲ μὴ θέλωσι τιμωρέειν , τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ὀλίγον , τοῦτο δὲ ἤδη δεινὸν γίνεται μὴ πέσῃ πᾶσα Ἑλλάς . μὴ γὰρ ἐλπίσῃς , ἢν ἡμέας καταστρέψηται Πέρσης μάχῃ κρατήσας , ὡς οὐκὶ ἥξει παρὰ σέ γε , ἀλλὰ πρὸ τούτου φύλαξαι · βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις . τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι . ʹ
7.158 οἳ μὲν ταῦτα ἔλεγον , Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε . ʹ ἄνδρες Ἕλληνες , λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε ἐμὲ σύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν ·