7.149 οὕτω δὴ οἱ Ἀργεῖοι φασὶ οὐκ ἀνασχέσθαι τῶν Σπαρτιητέων τὴν πλεονεξίην , ἀλλ’ ἑλέσθαι μᾶλλον ὑπὸ τῶν βαρβάρων ἄρχεσθαι τι ὑπεῖξαι Λακεδαιμονίοισι , προειπεῖν τε τοῖσι ἀγγέλοισι πρὸ δύντος ἡλίου ἀπαλλάσσεσθαι ἐκ τῆς Ἀργείων χώρης , εἰ δὲ μή , περιέψεσθαι ὡς πολεμίους .
7.150 αὐτοὶ μὲν Ἀργεῖοι τοσαῦτα τούτων πέρι λέγουσι · ἔστι δὲ ἄλλος λόγος λεγόμενος ἀνὰ τὴν Ἑλλάδα , ὡς Ξέρξης ἔπεμψε κήρυκα ἐς Ἄργος πρότερον περ ὁρμῆσαι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα · ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν ʹ ἄνδρες Ἀργεῖοι , βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει . ἡμεῖς νομίζομεν Πέρσην εἶναι ἀπ’ οὗ ἡμεῖς γεγόναμεν παῖδα Περσέος τοῦ Δανάης , γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς Ἀνδρομέδης . οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι . οὔτε ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους στρατεύεσθαι , οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνεσθαι , ἀλλὰ παρ’ ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι . ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον , οὐδαμοὺς μέζονας ὑμέων ἄξω . ʹ ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσασθαι , καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν , ἐπεὶ δὲ σφέας παραλαμβάνειν τοὺς Ἕλληνας , οὕτω δὴ ἐπισταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι μεταιτέειν , ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι .