7.151 συμπεσεῖν δὲ τούτοισι καὶ τόνδε τὸν λόγον λέγουσι τινὲς Ἑλλήνων πολλοῖσι ἔτεσι ὕστερον γενόμενον τούτων . τυχεῖν ἐν Σούσοισι τοῖσι Μεμνονίοισι ἐόντας ἑτέρου πρήγματος εἵνεκα ἀγγέλους Ἀθηναίων Καλλίην τε τὸν Ἱππονίκου καὶ τοὺς μετὰ τούτου ἀναβάντας , Ἀργείους δὲ τὸν αὐτὸν τοῦτον χρόνον πέμψαντας καὶ τούτους ἐς Σοῦσα ἀγγέλους εἰρωτᾶν Ἀρτοξέρξεα τὸν Ξέρξεω εἴ σφι ἔτι ἐμμένει ἐθέλουσι τὴν πρὸς Ξέρξην φιλίην συνεκεράσαντο , νομιζοίατο πρὸς αὐτοῦ εἶναι πολέμιοι · βασιλέα δὲ Ἀρτοξέρξεα μάλιστα ἐμμένειν φάναι , καὶ οὐδεμίαν νομίζειν πόλιν Ἄργεος φιλιωτέρην .
7.152 εἰ μέν νυν Ξέρξης τε ἀπέπεμψε ταῦτα λέγοντα κήρυκα ἐς Ἄργος καὶ Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα ἐπειρώτων Ἀρτοξέρξεα περὶ φιλίης , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , οὐδέ τινα γνώμην περὶ αὐτῶν ἀποφαίνομαι ἄλλην γε τήν περ αὐτοὶ Ἀργεῖοι λέγουσι · ἐπίσταμαι δὲ τοσοῦτο ὅτι εἰ πάντες ἄνθρωποι τὰ οἰκήια κακὰ ἐς μέσον συνενείκαιεν ἀλλάξασθαι βουλόμενοι τοῖσι πλησίοισι , ἐγκύψαντες ἂν ἐς τὰ τῶν πέλας κακὰ ἀσπασίως ἕκαστοι αὐτῶν ἀποφεροίατο ὀπίσω τὰ ἐσενεικαίατο . οὕτω δὲ οὐδ’ Ἀργείοισι αἴσχιστα πεποίηται . ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα , πείθεσθαί γε μὲν οὐ παντάπασι ὀφείλω , καί μοι τοῦτο τὸ ἔπος ἐχέτω ἐς πάντα λόγον · ἐπεὶ καὶ ταῦτα λέγεται , ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα , ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς αἰχμὴ ἑστήκεε , πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρεούσης λύπης .