7.148 τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε . ʹ ἐχθρὲ περικτιόνεσσι , φίλ’ ἀθανάτοισι θεοῖσιν , | εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο | καὶ κεφαλὴν πεφύλαξο · κάρη δὲ τὸ σῶμα σαώσει . ʹ ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον · μετὰ δὲ ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος , ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα . τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοι εἰσὶ Ἀργεῖοι ποιέειν ταῦτα , τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης . καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν · ἀλλ’ ὅμως σφίσι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι .
7.149 ταῦτα μὲν λέγουσι τὴν βουλὴν ὑποκρίνασθαι , καίπερ ἀπαγορεύοντός σφι τοῦ χρηστηρίου μὴ ποιέεσθαι τὴν πρὸς τοὺς Ἕλληνας συμμαχίην · σπουδὴν δὲ ἔχειν σπονδὰς γενέσθαι τριηκοντοέτιδας καίπερ τὸ χρηστήριον φοβεόμενοι , ἵνα δή σφι οἱ παῖδες ἀνδρωθέωσι ἐν τούτοισι τοῖσι ἔτεσι · μὴ δὲ σπονδέων ἐουσέων ἐπιλέγεσθαι , ἢν ἄρα σφέας καταλάβῃ πρὸς τῷ γεγονότι κακῷ ἄλλο πταῖσμα πρὸς τὸν Πέρσην , μὴ τὸ λοιπὸν ἔωσι Λακεδαιμονίων ὑπήκοοι . τῶν δὲ ἀγγέλων τοὺς ἀπὸ τῆς Σπάρτης πρὸς τὰ ῥηθέντα ἐκ τῆς βουλῆς ἀμείψασθαι τοῖσιδε · περὶ μὲν σπονδέων ἀνοίσειν ἐς τοὺς πλεῦνας , περὶ δὲ ἡγεμονίης αὐτοῖσι ἐντετάλθαι ὑποκρίνασθαι , καὶ δὴ λέγειν , σφίσι μὲν εἶναι δύο βασιλέας , Ἀργείοισι δὲ ἕνα · οὔκων δυνατὸν εἶναι τῶν ἐκ Σπάρτης οὐδέτερον παῦσαι τῆς ἡγεμονίης , μετὰ δὲ δύο τῶν σφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν .