7.147 οἶκε δὲ αὐτοῦ αὕτη γνώμη τῇ γε ἄλλῃ . ἐὼν γὰρ ἐν Ἀβύδῳ Ξέρξης εἶδε πλοῖα ἐκ τοῦ Πόντου σιταγωγὰ διεκπλώοντα τὸν Ἑλλήσποντον , ἔς τε Αἴγιναν καὶ Πελοπόννησον κομιζόμενα . οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡς ἐπύθοντο πολέμια εἶναι τὰ πλοῖα , ἕτοιμοι ἦσαν αἱρέειν αὐτά , ἐσβλέποντες ἐς τὸν βασιλέα ὁκότε παραγγελέει . δὲ Ξέρξης εἴρετο αὐτοὺς ὅκῃ πλέοιεν · οἳ δὲ εἶπαν ʹ ἐς τοὺς σοὺς πολεμίους , δέσποτα , σῖτον ἄγοντες . ʹ δὲ ὑπολαβὼν ἔφη ʹ οὐκῶν καὶ ἡμεῖς ἐκεῖ πλέομεν ἔνθα περ οὗτοι , τοῖσί τε ἄλλοισι ἐξηρτυμένοι καὶ σίτῳ ; τί δῆτα ἀδικέουσι οὗτοι ἡμῖν σιτία παρακομίζοντες ; ʹ
7.148 οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμφθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην , οἱ δὲ συνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους . Ἀργεῖοι δὲ λέγουσι τὰ κατ’ ἑωυτοὺς γενέσθαι ὧδε . πυθέσθαι γὰρ αὐτίκα κατ’ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα , πυθόμενοι δέ , καὶ μαθόντες ὡς σφέας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην , πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους ὥς σφι μέλλει ἄριστον ποιέουσι γενέσθαι · νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω · τῶν δὴ εἵνεκα πέμπειν .