7.146 ὡς δὲ ταῦτα σφι ἔδοξε , καταλυσάμενοι τὰς ἔχθρας πρῶτα μὲν κατασκόπους πέμπουσι ἐς τὴν Ἀσίην ἄνδρας τρεῖς . οἳ δὲ ἀπικόμενοί τε ἐς Ξάρδις καὶ καταμαθόντες τὴν βασιλέος στρατιήν , ὡς ἐπάιστοι ἐγένοντο , βασανισθέντες ὑπὸ τῶν στρατηγῶν τοῦ πεζοῦ στρατοῦ ἀπήγοντο ὡς ἀπολεόμενοι . καὶ τοῖσι μὲν κατεκέκριτο θάνατος , Ξέρξης δὲ ὡς ἐπύθετο ταῦτα , μεμφθεὶς τῶν στρατηγῶν τὴν γνώμην πέμπει τῶν τινας δορυφόρων , ἐντειλάμενος , ἢν καταλάβωσι τοὺς κατασκόπους ζῶντας , ἄγειν παρ’ ἑωυτόν . ὡς δὲ ἔτι περιεόντας αὐτοὺς κατέλαβον καὶ ἦγον ἐς ὄψιν τὴν βασιλέος , τὸ ἐνθεῦτεν πυθόμενος ἐπ’ οἷσι ἦλθον , ἐκέλευε σφέας τοὺς δορυφόρους περιάγοντας ἐπιδείκνυσθαι πάντα τε τὸν πεζὸν στρατὸν καὶ τὴν ἵππον , ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωσι πλήρεες , ἀποπέμπειν ἐς τὴν ἂν αὐτοὶ ἐθέλωσι χώρην ἀσινέας .
7.147 ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο , ὡς εἰ μὲν ἀπώλοντο οἱ κατάσκοποι , οὔτ’ ἂν τὰ ἑωυτοῦ πρήγματα προεπύθοντο οἱ Ἕλληνες ἐόντα λόγου μέζω , οὔτ’ ἄν τι τοὺς πολεμίους μέγα ἐσίναντο , ἄνδρας τρεῖς ἀπολέσαντες · νοστησάντων δὲ τούτων ἐς τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκούσαντας τοὺς Ἕλληνας τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ στόλου τοῦ γινομένου παραδώσειν σφέας τὴν ἰδίην ἐλευθερίην , καὶ οὕτω οὐδὲ δεήσειν ἐπ’ αὐτοὺς στρατηλατέοντας πρήγματα ἔχειν .