7.144 οὗτος γὰρ πόλεμος συστὰς ἔσωσε ἐς τὸ τότε τὴν Ἑλλάδα , ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους . αἳ δὲ ἐς τὸ μὲν ἐποιήθησαν οὐκ ἐχρήσθησαν , ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο . αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον , ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι . ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί , τῷ θεῷ πειθομένους , ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι .
7.145 τὰ μὲν δὴ χρηστήρια ταῦτα τοῖσι Ἀθηναίοισι ἐγεγόνεε . συλλεγομένων δὲ ἐς τὠυτὸ τῶν περὶ τὴν Ἑλλάδα Ἑλλήνων τῶν τὰ ἀμείνω φρονεόντων καὶ διδόντων σφίσι λόγον καὶ πίστιν , ἐνθαῦτα ἐδόκεε βουλευομένοισι αὐτοῖσι πρῶτον μὲν χρημάτων πάντων καταλλάσσεσθαι τάς τε ἔχθρας καὶ τοὺς κατ’ ἀλλήλους ἐόντας πολέμους · ἦσαν δὲ πρὸς τινὰς καὶ ἄλλους ἐγκεκρημένοι , δὲ ὦν μέγιστος Ἀθηναίοισί τε καὶ Αἰγινήτῃσι . μετὰ δὲ πυνθανόμενοι Ξέρξην σὺν τῷ στρατῷ εἶναι ἐν Σάρδισι , ἐβουλεύσαντο κατασκόπους πέμπειν ἐς τὴν Ἀσίην τῶν βασιλέος πρηγμάτων , ἐς Ἄρος τε ἀγγέλους ὁμαιχμίην συνθησομένους πρὸς τὸν Πέρσην , καὶ ἐς Σικελίην ἄλλους πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεος ἔς τε Κέρκυραν κελεύσοντας βοηθέειν τῇ Ἑλλάδι καὶ ἐς Κρήτην ἄλλους , φρονήσαντες εἴ κως ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ συγκύψαντες τὠυτὸ πρήσσοιεν πάντες , ὡς δεινῶν ἐπιόντων ὁμοίως πᾶσι Ἕλλησι . τὰ δὲ Γέλωνος πρήγματα μεγάλα ἐλέγετο εἶναι , οὐδαμῶν Ἑλληνικῶν τῶν οὐ πολλὸν μέζω .