7.143 ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών , τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης , παῖς δὲ Νεοκλέος ἐκαλέετο . οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι , λέγων τοιάδε · εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως , οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι , ἀλλὰ ὧδε ʹ σχετλίη Σαλαμίς ʹ ἀντὶ τοῦ ʹ θείη Σαλαμίς , ʹ εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφ’ αὐτῇ τελευτήσειν · ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν , ἀλλ’ οὐκ ἐς Ἀθηναίους · παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε , ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος . ταύτῃ Θεμιστοκλέος ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον τὰ τῶν χρησμολόγων , οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι , τὸ δὲ σύμπαν εἰπεῖν οὐδὲ χεῖρας ἀνταείρεσθαι , ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν .
7.144 ἑτέρη τε Θεμιστοκλέι γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν ἠρίστευσε , ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ , τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ Λαυρείου , ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς · τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύτης παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι διηκοσίας ἐς τὸν πόλεμον , τὸν πρὸς Αἰγινήτας λέγων .