7.141 ʹ μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα | πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος , ἀλλ’ ὑποχωρεῖν | νῶτον ἐπιστρέψας · ἔτι τοι ποτε κἀντίος ἔσσῃ . | θείη Σαλαμίς , ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν | που σκιδναμένης Δημήτερος συνιούσης . ʹ
7.142 ταῦτα σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι , συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας . ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον , γνῶμαι καὶ ἄλλαι πολλαὶ γίνονται διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα . τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι . γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο . οἳ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι , οἳ δ’ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν , καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας . τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης , ʹ θείη Σαλαμίς , ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν | που σκιδναμένης Δημήτερος συνιούσης . ʹ κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι · οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον , ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους .