7.140 ʹ πολλὰ δὲ κἆλλ’ ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον , | πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει , | οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι , | δείματι παλλόμενοι , κατὰ δ’ ἀκροτάτοις ὀρόφοισι | αἷμα μέλαν κέχυται , προϊδὸν κακότητος ἀνάγκας . | ἀλλ’ ἴτον ἐξ ἀδύτοιο , κακοῖς δ’ ἐπικίδνατε θυμόν . ʹ
7.141 ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο . προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου , Τίμων Ἀνδροβούλου , τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα , συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας . πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι ʹ ὦναξ , χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος , αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες , οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου , ἀλλ’ αὐτοῦ τῇδε μενέομεν ἔστ’ ἂν καὶ τελευτήσωμεν , ʹ ταῦτα δὲ λέγουσι πρόμαντις χρᾷ δεύτερα τάδε . ʹ οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι | λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ . | σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας . | τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος | ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο , | τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς | μοῦνον ἀπόρθητον τελέθειν , τὸ σὲ τέκνα τ’ ὀνήσει . ʹ