7.139 ταῦτα ἂν ἔπαθον , πρὸ τοῦ ὁρῶντες ἂν καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν ἐχρήσαντο πρὸς Ξέρξην . καὶ οὕτω ἂν ἐπ’ ἀμφότερα Ἑλλὰς ἐγίνετο ὑπὸ Πέρσῃσι . τὴν γὰρ ὠφελίην τὴν τῶν τειχέων τῶν διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένων οὐ δύναμαι πυθέσθαι ἥτις ἂν ἦν , βασιλέος ἐπικρατέοντος τῆς θαλάσσης . νῦν δὲ Ἀθηναίους ἄν τις λέγων σωτῆρας γενέσθαι τῆς Ἑλλάδος οὐκ ἂν ἁμαρτάνοι τὸ ἀληθές . οὗτοι γὰρ ἐπὶ ὁκότερα τῶν πρηγμάτων ἐτράποντο , ταῦτα ῥέψειν ἔμελλε · ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην , τοῦτο τὸ Ἑλληνικὸν πᾶν τὸ λοιπόν , ὅσον μὴ ἐμήδισε , αὐτοὶ οὗτοι ἦσαν οἱ ἐπεγείραντες καὶ βασιλέα μετά γε θεοὺς ἀνωσάμενοι . οὐδὲ σφέας χρηστήρια φοβερὰ ἐλθόντα ἐκ Δελφῶν καὶ ἐς δεῖμα βαλόντα ἔπεισε ἐκλιπεῖν τὴν Ἑλλάδα , ἀλλὰ καταμείναντες ἀνέσχοντο τὸν ἐπιόντα ἐπὶ τὴν χώρην δέξασθαι .
7.140 πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι · καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα , ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο , χρᾷ Πυθίη , τῇ οὔνομα ἦν Ἀριστονίκη , τάδε . ʹ μέλεοι , τί κάθησθε ; λιπὼν φεῦγ’ ἔσχατα γαίης | δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα . | οὔτε γὰρ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα , | οὔτε πόδες νέατοι οὔτ’ ὦν χέρες , οὔτε τι μέσσης | λείπεται , ἀλλ’ ἄζηλα πέλει · κατὰ γάρ μιν ἐρείπει | πῦρ τε καὶ ὀξὺς Ἄρης , Συριηγενὲς ἅρμα διώκων . ʹ