7.128 ὡς δὲ ἐπεθύμησε , καὶ ἐποίεε ταῦτα · ἐσβὰς ἐς Σιδωνίην νέα , ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι , ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι , καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν . ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ἐν θώματι μεγάλῳ ἐνέσχετο , καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἐστὶ παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν .
7.129 τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην , ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι . τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι , τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος , τὰ δὲ πρὸς ἑσπέρην Πίνδος , τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον Ὄθρυς · τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη . ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων , πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε , Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου , οἳ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι δι’ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν , προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό ·