7.126 εἰσὶ δὲ κατὰ ταῦτα τὰ χωρία καὶ λέοντες πολλοὶ καὶ βόες ἄγριοι , τῶν τὰ κέρεα ὑπερμεγάθεα ἐστὶ τὰ ἐς Ἕλληνας φοιτέοντα . οὖρος δὲ τοῖσι λέουσι ἐστὶ τε δι’ Ἀβδήρων ῥέων ποταμὸς Νέστος καὶ δι’ Ἀκαρνανίης ῥέων Ἀχελῷος · οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα , οὔτε πρὸς ἑσπέρης τοῦ Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ , ἀλλ’ ἐν τῇ μεταξὺ τούτων τῶν ποταμῶν γίνονται .
7.127 ὡς δὲ ἐς τὴν Θέρμην ἀπίκετο Ξέρξης , ἵδρυσε αὐτοῦ τὴν στρατιήν . ἐπέσχε δὲ στρατὸς αὐτοῦ στρατοπεδευόμενος τὴν παρὰ θάλασσαν χώρην τοσήνδε , ἀρξάμενος ἀπὸ Θέρμης πόλιος καὶ τῆς Μυγδονίης μέχρι Λυδίεώ τε ποταμοῦ καὶ Ἁλιάκμονος , οἳ οὐρίζουσι γῆν τὴν Βοττιαιίδα τε καὶ Μακεδονίδα , ἐς τὠυτὸ ῥέεθρον τὸ ὕδωρ συμμίσγοντες . ἐστρατοπεδεύοντο μὲν δὴ ἐν τούτοισι τοῖσι χωρίοισι οἱ βάρβαροι , τῶν δὲ καταλεχθέντων τούτων ποταμῶν ἐκ Κρηστωναίων ῥέων Χείδωρος μοῦνος οὐκ ἀντέχρησε τῇ στρατιῇ πινόμενος ἀλλ’ ἐπέλιπε .
7.128 Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά , τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν , μεγάθεΐ τε ὑπερμήκεα ἐόντα , διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι δι’ οὗ ῥέει Πηνειός , ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν , ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἔστε Περραιβοὺς παρὰ Γόννον πόλιν · ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι .