7.129 ἐπεὰν δὲ συμμιχθέωσι τάχιστα , ἐνθεῦτεν ἤδη Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει . τὸ δὲ παλαιὸν λέγεται , οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου , τοὺς ποταμοὺς τούτους , καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην , οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον νῦν , ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος . αὐτοὶ μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα δι’ οὗ ῥέει Πηνειός , οἰκότα λέγοντες · ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι , κἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι · ἔστι γὰρ σεισμοῦ ἔργον , ὡς ἐμοὶ φαίνεται εἶναι , διάστασις τῶν ὀρέων .
7.130 οἱ δὲ κατηγεόμενοι , εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος ἐς θάλασσαν τῷ Πηνειῷ , ἐξεπιστάμενοι ἀτρεκέως εἶπον ʹ βασιλεῦ , ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν κατήκουσα , ἀλλ’ ἥδε αὐτή · ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα Θεσσαλίη . ʹ Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα ʹ σοφοὶ ἄνδρες εἰσὶ Θεσσαλοί . ταῦτ’ ἄρα πρὸ πολλοῦ ἐφυλάξαντο γνωσιμαχέοντες καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον . τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναι σφέων ἐπὶ τὴν χώρην , χώματι ἐκ τοῦ αὐλῶνος ἐκβιβάσαντα καὶ παρατρέψαντα δι’ ὧν νῦν ῥέει ῥεέθρων , ὥστε Θεσσαλίην πᾶσαν ἔξω τῶν ὀρέων ὑπόβρυχα γενέσθαι . ʹ