7.111 οὗτοι οἱ Διονύσου τὸ μαντήιον εἰσὶ ἐκτημένοι · τὸ δὲ μαντήιον τοῦτο ἔστι μὲν ἐπὶ τῶν ὀρέων τῶν ὑψηλοτάτων , Βησσοὶ δὲ τῶν Σατρέων εἰσὶ οἱ προφητεύοντες τοῦ ἱροῦ , πρόμαντις δὲ χρέωσα κατά περ ἐν Δελφοῖσι , καὶ οὐδὲν ποικιλώτερον .
7.112 παραμειψάμενος δὲ Ξέρξης τὴν εἰρημένην , δεύτερα τούτων παραμείβετο τείχεα τὰ Πιέρων , τῶν ἐνὶ Φάγρης ἐστὶ οὔνομα καὶ ἑτέρῳ Πέργαμος . ταύτῃ μὲν δὴ παρ’ αὐτὰ τὰ τείχεα τὴν ὁδὸν ἐποιέετο , ἐκ δεξιῆς χειρὸς τὸ Πάγγαιον ὄρος ἀπέργων , ἐὸν μέγα τε καὶ ὑψηλόν , ἐν τῷ χρύσεά τε καὶ ἀργύρεα ἔνι μέταλλα , τὰ νέμονται Πίερές τε καὶ Ὀδόμαντοι καὶ μάλιστα Σάτραι .
7.113 ὑπεροικέοντας δὲ τὸ Πάγγαιον πρὸς βορέω ἀνέμου Παίονας Δόβηράς τε καὶ Παιόπλας παρεξιὼν ἤιε πρὸς ἑσπέρην , ἐς ἀπίκετο ἐπὶ ποταμόν τε Στρυμόνα καὶ πόλιν Ἠιόνα , τῆς ἔτι ζωὸς ἐὼν ἦρχε Βόγης τοῦ περ ὀλίγῳ πρότερον τούτων λόγον ἐποιεύμην . δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς , κατατείνουσα τὰ μὲν πρὸς ἑσπέρην ἐπὶ ποταμὸν Ἀγγίτην ἐκδιδόντα ἐς τὸν Στρυμόνα , τὰ δὲ πρὸς μεσαμβρίην τείνουσα ἐς αὐτὸν τὸν Στρυμόνα · ἐς τὸν οἱ Μάγοι ἐκαλλιερέοντο σφάζοντες ἵππους λευκούς .
7.114 φαρμακεύσαντες δὲ ταῦτα ἐς τὸν ποταμὸν καὶ ἄλλα πολλὰ πρὸς τούτοισι ἐν Ἐννέα ὁδοῖσι τῇσι Ἠδωνῶν ἐπορεύοντο κατὰ τὰς γεφύρας , τὸν Στρυμόνα εὑρόντες ἐζευγμένον . Ἐννέα δὲ ὁδοὺς πυνθανόμενοι τὸν χῶρον τοῦτον καλέεσθαι , τοσούτους ἐν αὐτῷ παῖδάς τε καὶ παρθένους ἀνδρῶν τῶν ἐπιχωρίων ζώοντας κατώρυσσον .