7.108 δὲ χώρη αὕτη πάλαι μὲν ἐκαλέετο Γαλλαϊκή , νῦν δὲ Βριαντική · ἔστι μέντοι τῷ δικαιοτάτῳ τῶν λόγων καί αὕτη Κικόνων .
7.109 διαβὰς δὲ τοῦ Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξηρασμένον πόλιας Ἑλληνίδας τάσδε παραμείβετο , Μαρώνειαν Δίκαιαν Ἄβδηρα . ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε , Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα , κατὰ δὲ Δίκαιαν Βιστονίδα , ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ , Τραῦός τε καὶ Κόμψαντος . κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν παραμείψατο Ξέρξης , ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασσαν . μετὰ δὲ ταύτας τὰς χώρας ἰὼν τὰς ἠπειρώτιδας πόλις παρήιε , τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει ὡσεὶ τριήκοντα σταδίων μάλιστά κῃ τὴν περίοδον , ἰχθυώδης τε καὶ κάρτα ἁλμυρή · ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξήρηνε . τῇ δὲ πόλι ταύτῃ οὔνομα ἐστὶ Πίστυρος .
7.110 ταύτας μὲν δὴ τὰς πόλιας τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ εὐωνύμου χειρὸς ἀπέργων παρεξήιε · ἔθνεα δὲ Θρηίκων δι’ ὧν τῆς χώρης ὁδὸν ἐποιέετο τοσάδε , Παῖτοι Κίκονες Βίστονες Σαπαῖοι Δερσαῖοι Ἠδωνοὶ Σάτραι . τούτων οἱ μὲν παρὰ θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο · οἱ δὲ αὐτῶν τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπ’ ἐμεῦ , πλὴν Σατρέων , οἱ ἄλλοι πάντες πεζῇ ἀναγκαζόμενοι εἵποντο .
7.111 σάτραι δὲ οὐδενός κω ἀνθρώπων ὑπήκοοι ἐγένοντο , ὅσον ἡμεῖς ἴδμεν , ἀλλὰ διατελεῦσι τὸ μέχρι ἐμεῦ αἰεὶ ἐόντες ἐλεύθεροι μοῦνοι Θρηίκων · οἰκέουσί τε γὰρ ὄρεα ὑψηλά , ἴδῃσί τε παντοίῃσι καὶ χιόνι συνηρεφέα , καὶ εἰσὶ τὰ πολέμια ἄκροι .