7.114 Περσικὸν δὲ τὸ ζώοντας κατορύσσειν , ἐπεὶ καὶ Ἄμηστριν τὴν Ξέρξεω γυναῖκα πυνθάνομαι γηράσασαν δὶς ἑπτὰ Περσέων παῖδας ἐόντων ἐπιφανέων ἀνδρῶν ὑπὲρ ἑωυτῆς τῷ ὑπὸ γῆν λεγομένῳ εἶναι θεῷ ἀντιχαρίζεσθαι κατορύσσουσαν .
7.115 ὡς δὲ ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο στρατός , ἐνθαῦτα πρὸς ἡλίου δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε · αὕτη δὲ καὶ κατύπερθε ταύτης καλέεται Βισαλτίη . ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀριστερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου , Στάγειρον πόλιν Ἑλλάδα παραμειβόμενος , καὶ ἀπίκετο ἐς Ἄκανθον , ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων , ὁμοίως καὶ τῶν πρότερον κατέλεξα , τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους ἐκ νηυσὶ στρατευομένους , τοὺς δ’ ὑπὲρ θαλάσσης πεζῇ ἑπομένους . τὴν δὲ ὁδὸν ταύτην , τῇ βασιλεὺς Ξέρξης τὸν στρατὸν ἤλασε , οὔτε συγχέουσι Θρήικες οὔτ’ ἐπισπείρουσι σέβονταί τε μεγάλως τὸ μέχρι ἐμεῦ .
7.116 ὡς δὲ ἄρα ἐς τὴν Ἄκανθον ἀπίκετο , ξεινίην τε Ξέρξης τοῖσι Ἀκανθίοισι προεῖπε καὶ ἐδωρήσατο σφέας ἐσθῆτι Μηδικῇ ἐπαίνεέ τε , ὁρέων καὶ αὐτοὺς προθύμους ἐόντας ἐς τὸν πόλεμον καὶ τὸ ὄρυγμα ἀκούων .
7.117 ἐν Ἀκάνθῳ δὲ ἐόντος Ξέρξεω συνήνεικε ὑπὸ νούσου ἀποθανεῖν τὸν ἐπεστεῶτα τῆς διώρυχος Ἀρταχαίην , δόκιμον ἐόντα παρὰ Ξέρξῃ καὶ γένος Ἀχαιμενίδην , μεγάθεΐ τε μέγιστον ἐόντα Περσέων ʹἀπὸ γὰρ πέντε πηχέων βασιληίων ἀπέλειπε τέσσερας δακτύλουσ̓ φωνέοντά τε μέγιστον ἀνθρώπων , ὥστε Ξέρξην συμφορὴν ποιησάμενον μεγάλην ἐξενεῖκαί τε αὐτὸν κάλλιστα καὶ θάψαι · ἐτυμβοχόεε δὲ πᾶσα στρατιή .