7.100 Ξέρξης δέ , ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη στρατός , ἐπεθύμησε αὐτός σφεας διεξελάσας θεήσασθαι · μετὰ δὲ ἐποίεε ταῦτα , καὶ διεξελαύνων ἐπὶ ἅρματος παρὰ ἔθνος ἓν ἕκαστον ἐπυνθάνετο . καὶ ἀπέγραφον οἱ γραμματισταί , ἕως ἐξ ἐσχάτων ἐς ἔσχατα ἀπίκετο καὶ τῆς ἵππου καὶ τοῦ πεζοῦ . ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , τῶν νεῶν κατελκυσθεισέων ἐς θάλασσαν , ἐνθαῦτα Ξέρξης μετεκβὰς ἐκ τοῦ ἅρματος ἐς νέα Σιδωνίην ἵζετο ὑπὸ σκηνῇ χρυσέῃ καὶ παρέπλεε παρὰ τὰς πρῴρας τῶν νεῶν , ἐπειρωτῶν τε ἑκάστας ὁμοίως καὶ τὸν πεζὸν καὶ ἀπογραφόμενος . τὰς δὲ νέας οἱ ναύαρχοι ἀναγαγόντες ὅσον τε τέσσερα πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον , τὰς πρῴρας ἐς γῆν τρέψαντες πάντες μετωπηδόν , καὶ ἐξοπλίσαντες τοὺς ἐπιβάτας ὡς ἐς πόλεμον . δ’ ἐντὸς τῶν πρωρέων πλέων ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ .
7.101 ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός , μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα , καλέσας δ’ αὐτὸν εἴρετο τάδε . ʹ Δημάρητε , νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω . σὺ εἶς Ἕλλην τε , καὶ ὡς ἐγὼ πυνθάνομαι σεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων , πόλιος οὔτ’ ἐλαχίστης οὔτ’ ἀσθενεστάτης . νῦν ὦν μοι τόδε φράσον , εἰ Ἕλληνες ὑπομενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι . οὐ γάρ , ὡς ἐγὼ δοκέω , οὐδ’ εἰ πάντες Ἕλληνες καὶ οἱ λοιποὶ οἱ πρὸς ἑσπέρης οἰκέοντες ἄνθρωποι συλλεχθείησαν , οὐκ ἀξιόμαχοι εἰσὶ ἐμὲ ἐπιόντα ὑπομεῖναι , μὴ ἐόντες ἄρθμιοι .