7.98 τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς οἵδε ἦσαν ὀνομαστότατοι , Σιδώνιος Τετράμνηστος Ἀνύσου , καὶ Τύριος Ματτὴν Σιρώμου , καὶ Ἀράδιος Μέρβαλος Ἀγβάλου , καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος , καὶ Λύκιος Κυβερνίσκος Σίκα , καὶ Κύπριοι Γόργος τε Χέρσιος καὶ Τιμῶναξ Τιμαγόρεω , καὶ Καρῶν Ἱστιαῖός τε Τύμνεω καὶ Πίγρης Ὑσσελδώμου , καὶ Δαμασίθυμος Κανδαύλεω .
7.99 τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ ἀναγκαζόμενος , Ἀρτεμισίης δὲ τῆς μάλιστα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός · ἥτις ἀποθανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ παιδὸς ὑπάρχοντος νεηνίεω ὑπὸ λήματός τε καὶ ἀνδρηίης ἐστρατεύετο , οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης . οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμισίη , θυγάτηρ δὲ ἦν Λυγδάμιος , γένος δὲ ἐξ Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός , τὰ μητρόθεν δὲ Κρῆσσα . ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε καὶ Καλυδνίων , πέντε νέας παρεχομένη . καὶ συναπάσης τῆς στρατιῆς , μετά γε τὰς Σιδωνίων , νέας εὐδοξοτάτας παρείχετο , πάντων τε τῶν συμμάχων γνώμας ἀρίστας βασιλέι ἀπεδέξατο . τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν , τὸ ἔθνος ἀποφαίνω πᾶν ἐὸν Δωρικόν , Ἁλικαρνησσέας μὲν Τροιζηνίους , τοὺς δὲ ἄλλους Ἐπιδαυρίους . ἐς μὲν τοσόνδε ναυτικὸς στρατὸς εἴρηται .